βασιλεύοντος Κύρου Περσῶν ἔτους πρώτου εἰς συντέλειαν ῥήματος κυρίου ἐν στόματι Ιερεμιου ἤγειρεν κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν καὶ ἐκήρυξεν ἐν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ καὶ ἅμα διὰ γραπτῶν λέγων
In the first year of the reign of Cyrus of the Persians, for the fulfillment of the word of the Lord in the mouth of Jeremiah, the Lord stirred up the spirit of Cyrus king of the Persians, and he issued a proclamation throughout his whole kingdom, both orally and in writing, saying,
Word-by-word analysis· 31 words
τάδε λέγει ὁ βασιλεὺς Περσῶν Κῦρος ἐμὲ ἀνέδειξεν βασιλέα τῆς οἰκουμένης ὁ κύριος τοῦ Ισραηλ κύριος ὁ ὕψιστος καὶ ἐσήμηνέν μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ιερουσαλημ τῇ ἐν τῇ Ιουδαίᾳ
'Thus says Cyrus king of the Persians: the Lord of Israel, the Most High Lord, appointed me king of the world, and he made it known to me that I should build him a house in Jerusalem, in Judea.',
Word-by-word analysis· 30 words
εἴ τίς ἐστιν οὖν ὑμῶν ἐκ τοῦ ἔθνους αὐτοῦ ἔστω ὁ κύριος αὐτοῦ μετ' αὐτοῦ καὶ ἀναβὰς εἰς τὴν Ιερουσαλημ τὴν ἐν τῇ Ιουδαίᾳ οἰκοδομείτω τὸν οἶκον τοῦ κυρίου τοῦ Ισραηλ οὗτος ὁ κύριος ὁ κατασκηνώσας ἐν Ιερουσαλημ
'If, then, any one of you belongs to his nation, let his Lord be with him; and after going up to Jerusalem in Judea, let him build the house of the Lord of Israel. This is the Lord who has dwelt in Jerusalem.',
Word-by-word analysis· 38 words
ὅσοι οὖν κατὰ τόπους οἰκοῦσιν βοηθείτωσαν αὐτῷ οἱ ἐν τῷ τόπῳ αὐτοῦ ἐν χρυσίῳ καὶ ἐν ἀργυρίῳ ἐν δόσεσιν μεθ' ἵππων καὶ κτηνῶν σὺν τοῖς ἄλλοις τοῖς κατ' εὐχὰς προστεθειμένοις εἰς τὸ ἱερὸν τοῦ κυρίου τὸ ἐν Ιερουσαλημ
'And as for all who dwell in the various places, let the people in each place help him with gold and silver, with gifts, with horses and livestock, together with the other things added as votive offerings for the sanctuary of the Lord in Jerusalem.'
Word-by-word analysis· 38 words
καὶ καταστάντες οἱ ἀρχίφυλοι τῶν πατριῶν τῆς Ιουδα καὶ Βενιαμιν φυλῆς καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πάντων ὧν ἤγειρεν κύριος τὸ πνεῦμα ἀναβῆναι οἰκοδομῆσαι οἶκον τῷ κυρίῳ τὸν ἐν Ιερουσαλημ
Then the clan-chiefs of the fathers of Judah and Benjamin arose, together with the priests and the Levites and all whose spirit the Lord had stirred to go up and build a house for the Lord in Jerusalem.
Word-by-word analysis· 32 words
καὶ οἱ περικύκλῳ αὐτῶν ἐβοήθησαν ἐν πᾶσιν ἀργυρίῳ καὶ χρυσίῳ ἵπποις καὶ κτήνεσιν καὶ εὐχαῖς ὡς πλείσταις πολλῶν ὧν ὁ νοῦς ἠγέρθη
And those around them helped in every way with silver and gold, with horses and livestock, and with very many votive gifts, from all whose mind had been stirred.
Word-by-word analysis· 22 words
καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκεν τὰ ἱερὰ σκεύη τοῦ κυρίου ἃ μετήγαγεν Ναβουχοδονοσορ ἐξ Ιερουσαλημ καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ ἑαυτοῦ εἰδωλίῳ
And King Cyrus brought out the sacred vessels of the Lord that Nebuchadnezzar had carried away from Jerusalem and deposited in his own idol shrine.
Word-by-word analysis· 22 words
ἐξενέγκας δὲ αὐτὰ Κῦρος ὁ βασιλεὺς Περσῶν παρέδωκεν αὐτὰ Μιθριδάτῃ τῷ ἑαυτοῦ γαζοφύλακι διὰ δὲ τούτου παρεδόθησαν Σαναβασσάρῳ προστάτῃ τῆς Ιουδαίας
After bringing them out, Cyrus king of the Persians handed them over to Mithridates his treasurer, and through him they were delivered to Sanabassar, governor of Judea.
Word-by-word analysis· 21 words
ὁ δὲ τούτων ἀριθμὸς ἦν σπονδεῖα χρυσᾶ χίλια σπονδεῖα ἀργυρᾶ χίλια θυίσκαι ἀργυραῖ εἴκοσι ἐννέα
And this was their number: one thousand golden libation bowls, one thousand silver libation bowls, and twenty-nine silver censers.
Word-by-word analysis· 15 words
φιάλαι χρυσαῖ τριάκοντα ἀργυραῖ δισχίλιαι τετρακόσιαι δέκα καὶ ἄλλα σκεύη χίλια
There were thirty golden bowls, two thousand four hundred ten silver bowls, and one thousand other vessels.
Word-by-word analysis· 11 words
τὰ δὲ πάντα σκεύη διεκομίσθη χρυσᾶ καὶ ἀργυρᾶ πεντακισχίλια τετρακόσια ἑξήκοντα ἐννέα ἀνηνέχθη δὲ ὑπὸ Σαναβασσάρου ἅμα τοῖς ἐκ τῆς αἰχμαλωσίας ἐκ Βαβυλῶνος εἰς Ιεροσόλυμα
All the vessels transferred, both golden and silver, totaled five thousand four hundred sixty-nine; and these were brought up by Sanabassar together with those from the captivity from Babylon to Jerusalem.
Word-by-word analysis· 25 words
ἐν δὲ τοῖς ἐπὶ Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως χρόνοις κατέγραψεν αὐτῷ κατὰ τῶν κατοικούντων ἐν τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ Βεσλεμος καὶ Μιθραδάτης καὶ Ταβελλιος καὶ Ραουμος καὶ Βεελτέεμος καὶ Σαμσαῖος ὁ γραμματεὺς καὶ οἱ λοιποὶ οἱ τούτοις συντασσόμενοι οἰκοῦντες δὲ ἐν Σαμαρείᾳ καὶ τοῖς ἄλλοις τόποις τὴν ὑπογεγραμμένην ἐπιστολήν
Now in the days of Artaxerxes king of the Persians, Beslemus and Mithridates and Tabeellius and Rehum and Beelteemus and Shimshai the scribe, together with the rest associated with them, who lived in Samaria and the other places, wrote to him against those dwelling in Judea and Jerusalem the letter written below.
Word-by-word analysis· 49 words
βασιλεῖ Ἀρταξέρξῃ κυρίῳ οἱ παῖδές σου Ραουμος ὁ τὰ προσπίπτοντα καὶ Σαμσαῖος ὁ γραμματεὺς καὶ οἱ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν κριταὶ οἱ ἐν Κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ
'To King Artaxerxes our lord: your servants Rehum, the officer over submissions, and Shimshai the scribe, and the rest of their council, the judges in Coele-Syria and Phoenicia.',
Word-by-word analysis· 27 words
καὶ νῦν γνωστὸν ἔστω τῷ κυρίῳ βασιλεῖ διότι οἱ Ιουδαῖοι ἀναβάντες παρ' ὑμῶν πρὸς ἡμᾶς ἐλθόντες εἰς Ιερουσαλημ τὴν πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσιν τάς τε ἀγορὰς αὐτῆς καὶ τὰ τείχη θεραπεύουσιν καὶ ναὸν ὑποβάλλονται
'And now let it be known to our lord the king that the Judeans who came up from you to us have come to Jerusalem, that rebellious and wicked city, and they are building its market-places, repairing the walls, and laying foundations for the temple.',
Word-by-word analysis· 36 words
ἐὰν οὖν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ τείχη συντελεσθῇ φορολογίαν οὐ μὴ ὑπομείνωσιν δοῦναι ἀλλὰ καὶ βασιλεῦσιν ἀντιστήσονται
'If, then, this city is built and the walls are completed, they will certainly not endure to pay tribute, but they will even resist kings.',
Word-by-word analysis· 19 words
καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν ναόν καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοιοῦτο ἀλλὰ προσφωνῆσαι τῷ κυρίῳ βασιλεῖ ὅπως ἂν φαίνηταί σοι ἐπισκεφθῇ ἐν τοῖς ἀπὸ τῶν πατέρων σου βιβλίοις
'And since the matters concerning the temple are evidently being pressed forward, we think it improper to overlook such a thing, but rather to address our lord the king, so that, if it seems good to you, there may be an examination in the books of your fathers.',
Word-by-word analysis· 31 words
καὶ εὑρήσεις ἐν τοῖς ὑπομνηματισμοῖς τὰ γεγραμμένα περὶ τούτων καὶ γνώσῃ ὅτι ἡ πόλις ἦν ἐκείνη ἀποστάτις καὶ βασιλεῖς καὶ πόλεις ἐνοχλοῦσα καὶ οἱ Ιουδαῖοι ἀποστάται καὶ πολιορκίας συνιστάμενοι ἐν αὐτῇ ἔτι ἐξ αἰῶνος δι' ἣν αἰτίαν καὶ ἡ πόλις αὕτη ἠρημώθη
'And you will find in the records what has been written about these things, and you will know that that city was rebellious, troubling kings and cities, and that the Judeans in it were rebels, stirring up sieges from ancient times; for this reason that city was laid waste.',
Word-by-word analysis· 42 words
νῦν οὖν ὑποδείκνυμέν σοι κύριε βασιλεῦ διότι ἐὰν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ ταύτης τείχη ἀνασταθῇ κάθοδός σοι οὐκέτι ἔσται εἰς Κοίλην Συρίαν καὶ Φοινίκην
'Therefore we now point out to you, lord king, that if this city is built and its walls are raised up again, you will no longer have access to Coele-Syria and Phoenicia.'
Word-by-word analysis· 26 words
τότε ἀντέγραψεν ὁ βασιλεὺς Ραούμῳ τῷ γράφοντι τὰ προσπίπτοντα καὶ Βεελτεέμῳ καὶ Σαμσαίῳ γραμματεῖ καὶ τοῖς λοιποῖς τοῖς συντασσομένοις καὶ οἰκοῦσιν ἐν τῇ Σαμαρείᾳ καὶ Συρίᾳ καὶ Φοινίκῃ τὰ ὑπογεγραμμένα
Then the king wrote back to Rehum, who wrote the petitions, and to Beelteemus and Shimshai the scribe and the rest associated with them and living in Samaria and Syria and Phoenicia, as follows:
Word-by-word analysis· 30 words
ἀνέγνων τὴν ἐπιστολήν ἣν πεπόμφατε πρός με
'I have read the letter that you sent to me.',
Word-by-word analysis· 7 words
ἐπέταξα οὖν ἐπισκέψασθαι καὶ εὑρέθη ὅτι ἐστὶν ἡ πόλις ἐκείνη ἐξ αἰῶνος βασιλεῦσιν ἀντιπαρατάσσουσα καὶ οἱ ἄνθρωποι ἀποστάσεις καὶ πολέμους ἐν αὐτῇ συντελοῦντες
'So I ordered an investigation, and it was found that from ancient times that city has stood in opposition to kings, and the men there have carried out rebellions and wars.',
Word-by-word analysis· 23 words
καὶ βασιλεῖς ἰσχυροὶ καὶ σκληροὶ ἦσαν ἐν Ιερουσαλημ κυριεύοντες καὶ φορολογοῦντες Κοίλην Συρίαν καὶ Φοινίκην
'And mighty and stern kings have been in Jerusalem, ruling and levying tribute from Coele-Syria and Phoenicia.',
Word-by-word analysis· 15 words
νῦν οὖν ἐπέταξα ἀποκωλῦσαι τοὺς ἀνθρώπους ἐκείνους τοῦ οἰκοδομῆσαι τὴν πόλιν
'Therefore I have ordered that those men be stopped from building the city.',
Word-by-word analysis· 11 words
καὶ προνοηθῆναι ὅπως μηθὲν παρὰ ταῦτα γένηται καὶ μὴ προβῇ ἐπὶ πλεῖον τὰ τῆς κακίας εἰς τὸ βασιλεῖς ἐνοχλῆσαι
'And let care be taken that nothing further comes to pass beyond this, and that the mischief does not advance further so as to trouble kings.'
Word-by-word analysis· 19 words
τότε ἀναγνωσθέντων τῶν παρὰ τοῦ βασιλέως Ἀρταξέρξου γραφέντων ὁ Ραουμος καὶ Σαμσαῖος ὁ γραμματεὺς καὶ οἱ τούτοις συντασσόμενοι ἀναζεύξαντες κατὰ σπουδὴν εἰς Ιερουσαλημ μεθ' ἵππου καὶ ὄχλου παρατάξεως ἤρξαντο κωλύειν τοὺς οἰκοδομοῦντας
Then, when the writings sent by King Artaxerxes had been read, Rehum and Shimshai the scribe and those associated with them mounted up in haste to Jerusalem with cavalry and a battle-force, and they began to hinder the builders.
Word-by-word analysis· 32 words
καὶ ἤργει ἡ οἰκοδομὴ τοῦ ἱεροῦ τοῦ ἐν Ιερουσαλημ μέχρι τοῦ δευτέρου ἔτους τῆς βασιλείας Δαρείου τοῦ Περσῶν βασιλέως
And the building of the sanctuary in Jerusalem was halted until the second year of the reign of Darius king of the Persians.