καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐποίησεν ἑαυτῷ Αβεσσαλωμ ἅρματα καὶ ἵππους καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ
And it came to pass after these things that Absalom made for himself chariots and horses and fifty men to run before him.
Word-by-word analysis· 17 words
καὶ ὤρθρισεν Αβεσσαλωμ καὶ ἔστη ἀνὰ χεῖρα τῆς ὁδοῦ τῆς πύλης καὶ ἐγένετο πᾶς ἀνήρ ᾧ ἐγένετο κρίσις ἦλθεν πρὸς τὸν βασιλέα εἰς κρίσιν καὶ ἐβόησεν πρὸς αὐτὸν Αβεσσαλωμ καὶ ἔλεγεν αὐτῷ ἐκ ποίας πόλεως σὺ εἶ καὶ εἶπεν ὁ ἀνήρ ἐκ μιᾶς φυλῶν Ισραηλ ὁ δοῦλός σου
And Absalom would rise early and stand beside the way of the gate, and it would happen that every man who had a lawsuit came to the king for judgment; and Absalom would call out to him and say to him, 'From what city are you?' And the man would say, 'Your servant is from one of the tribes of Israel.'
Word-by-word analysis· 48 words
καὶ εἶπεν πρὸς αὐτὸν Αβεσσαλωμ ἰδοὺ οἱ λόγοι σου ἀγαθοὶ καὶ εὔκολοι καὶ ἀκούων οὐκ ἔστιν σοι παρὰ τοῦ βασιλέως
And Absalom would say to him, 'See, your words are good and straightforward, but there is no one to hear you from the king.'
Word-by-word analysis· 20 words
καὶ εἶπεν Αβεσσαλωμ τίς με καταστήσει κριτὴν ἐν τῇ γῇ καὶ ἐπ᾿ ἐμὲ ἐλεύσεται πᾶς ἀνήρ ᾧ ἐὰν ᾖ ἀντιλογία καὶ κρίσις καὶ δικαιώσω αὐτόν
And Absalom would say, 'Who will make me a judge in the land, that every man who has a dispute and lawsuit might come to me, and I would do him justice?'
Word-by-word analysis· 25 words
καὶ ἐγένετο ἐν τῷ ἐγγίζειν ἄνδρα τοῦ προσκυνῆσαι αὐτῷ καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἐπελαμβάνετο αὐτοῦ καὶ κατεφίλησεν αὐτόν
And it would happen, when a man drew near to do him homage, that he would stretch out his hand and take hold of him and kiss him.
Word-by-word analysis· 20 words
καὶ ἐποίησεν Αβεσσαλωμ κατὰ τὸ ῥῆμα τοῦτο παντὶ Ισραηλ τοῖς παραγινομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα καὶ ἰδιοποιεῖτο Αβεσσαλωμ τὴν καρδίαν ἀνδρῶν Ισραηλ
And Absalom did according to this manner to all Israel who came for judgment to the king; and Absalom appropriated to himself the heart of the men of Israel.
Word-by-word analysis· 23 words
καὶ ἐγένετο ἀπὸ τέλους τεσσαράκοντα ἐτῶν καὶ εἶπεν Αβεσσαλωμ πρὸς τὸν πατέρα αὐτοῦ πορεύσομαι δὴ καὶ ἀποτείσω τὰς εὐχάς μου ἃς ηὐξάμην τῷ κυρίῳ ἐν Χεβρων
And it came to pass at the end of forty years that Absalom said to his father, 'Let me go and pay my vows which I vowed to the LORD in Hebron.'
Word-by-word analysis· 26 words
ὅτι εὐχὴν ηὔξατο ὁ δοῦλός σου ἐν τῷ οἰκεῖν με ἐν Γεδσουρ ἐν Συρίᾳ λέγων ἐὰν ἐπιστρέφων ἐπιστρέψῃ με κύριος εἰς Ιερουσαλημ καὶ λατρεύσω τῷ κυρίῳ
For your servant vowed a vow while I dwelt in Geshur in Syria, saying, 'If the LORD will indeed bring me back to Jerusalem, then I will serve the LORD.'
Word-by-word analysis· 26 words
καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς βάδιζε εἰς εἰρήνην καὶ ἀναστὰς ἐπορεύθη εἰς Χεβρων
And the king said to him, 'Go in peace.' And he arose and went to Hebron.
Word-by-word analysis· 13 words
καὶ ἀπέστειλεν Αβεσσαλωμ κατασκόπους ἐν πάσαις φυλαῖς Ισραηλ λέγων ἐν τῷ ἀκοῦσαι ὑμᾶς τὴν φωνὴν τῆς κερατίνης καὶ ἐρεῖτε βεβασίλευκεν βασιλεὺς Αβεσσαλωμ ἐν Χεβρων
And Absalom sent spies into all the tribes of Israel, saying, 'When you hear the sound of the horn, then you shall say, "Absalom has become king in Hebron."'
Word-by-word analysis· 24 words
καὶ μετὰ Αβεσσαλωμ ἐπορεύθησαν διακόσιοι ἄνδρες ἐξ Ιερουσαλημ κλητοὶ καὶ πορευόμενοι τῇ ἁπλότητι αὐτῶν καὶ οὐκ ἔγνωσαν πᾶν ῥῆμα
And with Absalom there went two hundred men out of Jerusalem, invited guests, and going in their innocence; and they knew nothing of the matter.
Word-by-word analysis· 19 words
καὶ ἀπέστειλεν Αβεσσαλωμ καὶ ἐκάλεσεν τὸν Αχιτοφελ τὸν Γελμωναῖον τὸν σύμβουλον Δαυιδ ἐκ τῆς πόλεως αὐτοῦ ἐκ Γωλα ἐν τῷ θυσιάζειν αὐτόν καὶ ἐγένετο σύστρεμμα ἰσχυρόν καὶ ὁ λαὸς πορευόμενος καὶ πολὺς μετὰ Αβεσσαλωμ
And Absalom sent and summoned Ahithophel the Gilonite, David's counsellor, from his city, from Giloh, while he was sacrificing; and the conspiracy became strong, and the people going with Absalom grew many.
Word-by-word analysis· 34 words
καὶ παρεγένετο ὁ ἀπαγγέλλων πρὸς Δαυιδ λέγων ἐγενήθη ἡ καρδία ἀνδρῶν Ισραηλ ὀπίσω Αβεσσαλωμ
And the messenger came to David, saying, 'The heart of the men of Israel has gone after Absalom.'
Word-by-word analysis· 14 words
καὶ εἶπεν Δαυιδ πᾶσιν τοῖς παισὶν αὐτοῦ τοῖς μετ᾿ αὐτοῦ τοῖς ἐν Ιερουσαλημ ἀνάστητε καὶ φύγωμεν ὅτι οὐκ ἔστιν ἡμῖν σωτηρία ἀπὸ προσώπου Αβεσσαλωμ ταχύνατε τοῦ πορευθῆναι ἵνα μὴ ταχύνῃ καὶ καταλάβῃ ἡμᾶς καὶ ἐξώσῃ ἐφ᾿ ἡμᾶς τὴν κακίαν καὶ πατάξῃ τὴν πόλιν στόματι μαχαίρης
And David said to all his servants who were with him in Jerusalem, 'Arise, and let us flee, for there is no deliverance for us from before Absalom. Make haste to go, lest he make haste and overtake us and thrust the evil upon us and strike the city with the edge of the sword.'
Word-by-word analysis· 45 words
καὶ εἶπον οἱ παῖδες τοῦ βασιλέως πρὸς τὸν βασιλέα κατὰ πάντα ὅσα αἱρεῖται ὁ κύριος ἡμῶν ὁ βασιλεύς ἰδοὺ οἱ παῖδές σου
And the servants of the king said to the king, 'According to all that our lord the king chooses, behold, your servants are ready.'
Word-by-word analysis· 22 words
καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ οἶκος αὐτοῦ τοῖς ποσὶν αὐτῶν καὶ ἀφῆκεν ὁ βασιλεὺς δέκα γυναῖκας τῶν παλλακῶν αὐτοῦ φυλάσσειν τὸν οἶκον
And the king went out, and all his household on foot; and the king left ten women of his concubines to keep the house.
Word-by-word analysis· 24 words
καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ καὶ ἔστησαν ἐν οἴκῳ τῷ μακράν
And the king went out, and all his servants on foot, and they halted at the house that was far off.
Word-by-word analysis· 16 words
καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον καὶ πᾶς ὁ Χεττι καὶ πᾶς ὁ Φελετθι καὶ ἔστησαν ἐπὶ τῆς ἐλαίας ἐν τῇ ἐρήμῳ καὶ πᾶς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταί ἑξακόσιοι ἄνδρες καὶ παρῆσαν ἐπὶ χεῖρα αὐτοῦ καὶ πᾶς ὁ Χερεθθι καὶ πᾶς ὁ Φελεθθι καὶ πάντες οἱ Γεθθαῖοι ἑξακόσιοι ἄνδρες οἱ ἐλθόντες τοῖς ποσὶν αὐτῶν ἐκ Γεθ πορευόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως
And all his servants passed on beside him, and all the Cherethites and all the Pelethites; and they halted by the olive tree in the wilderness; and all the people marched along close beside him, and all those about him, and all the mighty men, and all the warriors, six hundred men; and they were present beside him, and all the Cherethites and all the Pelethites and all the Gittites, six hundred men who had come on foot from Gath, marching before the king.
Word-by-word analysis· 78 words
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Εθθι τὸν Γεθθαῖον ἵνα τί πορεύῃ καὶ σὺ μεθ᾿ ἡμῶν ἐπίστρεφε καὶ οἴκει μετὰ τοῦ βασιλέως ὅτι ξένος εἶ σὺ καὶ ὅτι μετῴκηκας σὺ ἐκ τοῦ τόπου σου
And the king said to Ittai the Gittite, 'Why do you also go with us? Turn back and dwell with the king, for you are a stranger, and you have migrated from your own place.'
Word-by-word analysis· 33 words
εἰ ἐχθὲς παραγέγονας καὶ σήμερον κινήσω σε μεθ᾿ ἡμῶν καί γε μεταναστήσεις τὸν τόπον σου ἐχθὲς ἡ ἐξέλευσίς σου καὶ σήμερον μετακινήσω σε μεθ᾿ ἡμῶν τοῦ πορευθῆναι καὶ ἐγὼ πορεύσομαι οὗ ἂν ἐγὼ πορευθῶ ἐπιστρέφου καὶ ἐπίστρεψον τοὺς ἀδελφούς σου μετὰ σοῦ καὶ κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήθειαν
Whereas you came only yesterday, shall I today make you move about with us? And I am going wherever I may go. Turn back, and take back your brethren with you, and may the LORD show you mercy and faithfulness.
Word-by-word analysis· 50 words
καὶ ἀπεκρίθη Εθθι τῷ βασιλεῖ καὶ εἶπεν ζῇ κύριος καὶ ζῇ ὁ κύριός μου ὁ βασιλεύς ὅτι εἰς τὸν τόπον οὗ ἐὰν ᾖ ὁ κύριός μου καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωήν ὅτι ἐκεῖ ἔσται ὁ δοῦλός σου
And Ittai answered the king and said, 'As the LORD lives, and as my lord the king lives, in whatever place my lord shall be, whether for death or for life, there will your servant be.'
Word-by-word analysis· 40 words
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Εθθι δεῦρο καὶ διάβαινε μετ᾿ ἐμοῦ καὶ παρῆλθεν Εθθι ὁ Γεθθαῖος καὶ πάντες οἱ παῖδες αὐτοῦ καὶ πᾶς ὁ ὄχλος ὁ μετ᾿ αὐτοῦ
And the king said to Ittai, 'Come and cross over with me.' And Ittai the Gittite passed on, and all his servants, and all the multitude that was with him.
Word-by-word analysis· 28 words
καὶ πᾶσα ἡ γῆ ἔκλαιεν φωνῇ μεγάλῃ καὶ πᾶς ὁ λαὸς παρεπορεύοντο ἐν τῷ χειμάρρῳ Κεδρων καὶ ὁ βασιλεὺς διέβη τὸν χειμάρρουν Κεδρων καὶ πᾶς ὁ λαὸς καὶ ὁ βασιλεὺς παρεπορεύοντο ἐπὶ πρόσωπον ὁδοῦ τὴν ἔρημον
And all the land wept with a loud voice; and all the people passed over the brook Kidron, and the king crossed the brook Kidron; and all the people and the king went on along the way toward the wilderness.
Word-by-word analysis· 36 words
καὶ ἰδοὺ καί γε Σαδωκ καὶ πάντες οἱ Λευῖται μετ᾿ αὐτοῦ αἴροντες τὴν κιβωτὸν διαθήκης κυρίου ἀπὸ Βαιθαρ καὶ ἔστησαν τὴν κιβωτὸν τοῦ θεοῦ καὶ ἀνέβη Αβιαθαρ ἕως ἐπαύσατο πᾶς ὁ λαὸς παρελθεῖν ἐκ τῆς πόλεως
And behold, Zadok also, and all the Levites with him, bearing the ark of the covenant of the LORD from Baithar; and they set down the ark of God, and Abiathar went up, until all the people had finished passing out of the city.
Word-by-word analysis· 36 words
καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδωκ ἀπόστρεψον τὴν κιβωτὸν τοῦ θεοῦ εἰς τὴν πόλιν ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς κυρίου καὶ ἐπιστρέψει με καὶ δείξει μοι αὐτὴν καὶ τὴν εὐπρέπειαν αὐτῆς
And the king said to Zadok, 'Carry the ark of God back into the city. If I find favor in the eyes of the LORD, then he will bring me back and show me both it and its beauty.'
Word-by-word analysis· 31 words
καὶ ἐὰν εἴπῃ οὕτως οὐκ ἠθέληκα ἐν σοί ἰδοὺ ἐγώ εἰμι ποιείτω μοι κατὰ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ
But if he says thus, 'I have no delight in you,' behold, here I am: let him do to me as seems good in his eyes.
Word-by-word analysis· 19 words
καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδωκ τῷ ἱερεῖ ἴδετε σὺ ἐπιστρέφεις εἰς τὴν πόλιν ἐν εἰρήνῃ καὶ Αχιμαας ὁ υἱός σου καὶ Ιωναθαν ὁ υἱὸς Αβιαθαρ οἱ δύο υἱοὶ ὑμῶν μεθ᾿ ὑμῶν
And the king said to Zadok the priest, 'See, you are to return to the city in peace, and Ahimaaz your son, and Jonathan the son of Abiathar, your two sons with you.'
Word-by-word analysis· 32 words
ἴδετε ἐγώ εἰμι στρατεύομαι ἐν Αραβωθ τῆς ἐρήμου ἕως τοῦ ἐλθεῖν ῥῆμα παρ᾿ ὑμῶν τοῦ ἀπαγγεῖλαί μοι
See, I will be encamped in the plains of the wilderness until word comes from you to bring me tidings.
Word-by-word analysis· 17 words
καὶ ἀπέστρεψεν Σαδωκ καὶ Αβιαθαρ τὴν κιβωτὸν εἰς Ιερουσαλημ καὶ ἐκάθισεν ἐκεῖ
So Zadok and Abiathar carried the ark back to Jerusalem, and it remained there.
Word-by-word analysis· 12 words
καὶ Δαυιδ ἀνέβαινεν ἐν τῇ ἀναβάσει τῶν ἐλαιῶν ἀναβαίνων καὶ κλαίων καὶ τὴν κεφαλὴν ἐπικεκαλυμμένος καὶ αὐτὸς ἐπορεύετο ἀνυπόδετος καὶ πᾶς ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ ἐπεκάλυψεν ἀνὴρ τὴν κεφαλὴν αὐτοῦ καὶ ἀνέβαινον ἀναβαίνοντες καὶ κλαίοντες
And David went up by the ascent of the olives, going up and weeping, with his head covered; and he himself went barefoot; and all the people that were with him, each man covered his head, and they went up, going up and weeping.
Word-by-word analysis· 36 words
καὶ ἀνηγγέλη Δαυιδ λέγοντες καὶ Αχιτοφελ ἐν τοῖς συστρεφομένοις μετὰ Αβεσσαλωμ καὶ εἶπεν Δαυιδ διασκέδασον δὴ τὴν βουλὴν Αχιτοφελ κύριε ὁ θεός μου
And it was reported to David, saying, 'Ahithophel also is among the conspirators with Absalom.' And David said, 'Turn the counsel of Ahithophel into foolishness, I pray, O LORD my God.'
Word-by-word analysis· 23 words
καὶ ἦν Δαυιδ ἐρχόμενος ἕως τοῦ Ροως οὗ προσεκύνησεν ἐκεῖ τῷ θεῷ καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτῷ Χουσι ὁ Αρχι ἑταῖρος Δαυιδ διερρηχὼς τὸν χιτῶνα αὐτοῦ καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ
And David came as far as Ros, where he worshiped God; and behold, Hushai the Archite, David's companion, came to meet him with his tunic torn and earth upon his head.
Word-by-word analysis· 32 words
καὶ εἶπεν αὐτῷ Δαυιδ ἐὰν μὲν διαβῇς μετ᾿ ἐμοῦ καὶ ἔσῃ ἐπ᾿ ἐμὲ εἴς βάσταγμα
And David said to him, 'If you go on with me, then you will be a burden upon me.'
Word-by-word analysis· 15 words
καὶ ἐὰν εἰς τὴν πόλιν ἐπιστρέψῃς καὶ ἐρεῖς τῷ Αβεσσαλωμ διεληλύθασιν οἱ ἀδελφοί σου καὶ ὁ βασιλεὺς κατόπισθέν μου διελήλυθεν ὁ πατήρ σου καὶ νῦν παῖς σού εἰμι βασιλεῦ ἔασόν με ζῆσαι παῖς τοῦ πατρός σου ἤμην τότε καὶ ἀρτίως καὶ νῦν ἐγὼ δοῦλος σός καὶ διασκεδάσεις μοι τὴν βουλὴν Αχιτοφελ
But if you return to the city and say to Absalom, 'Your brethren have passed by, and the king, and your father has passed on behind me; and now I am your servant, O king; let me live; I was your father's servant then and just now, and now I am your servant' — then you will frustrate for me the counsel of Ahithophel.
Word-by-word analysis· 51 words
καὶ ἰδοὺ μετὰ σοῦ ἐκεῖ Σαδωκ καὶ Αβιαθαρ οἱ ἱερεῖς καὶ ἔσται πᾶν ῥῆμα ὃ ἐὰν ἀκούσῃς ἐξ οἴκου τοῦ βασιλέως καὶ ἀναγγελεῖς τῷ Σαδωκ καὶ τῷ Αβιαθαρ τοῖς ἱερεῦσιν
And behold, Zadok and Abiathar the priests are there with you; and it shall be that whatever word you hear from the king's house, you shall report it to Zadok and Abiathar the priests.
Word-by-word analysis· 30 words
ἰδοὺ ἐκεῖ μετ᾿ αὐτῶν δύο υἱοὶ αὐτῶν Αχιμαας υἱὸς τῷ Σαδωκ καὶ Ιωναθαν υἱὸς τῷ Αβιαθαρ καὶ ἀποστελεῖτε ἐν χειρὶ αὐτῶν πρός με πᾶν ῥῆμα ὃ ἐὰν ἀκούσητε
Behold, their two sons are there with them, Ahimaaz the son of Zadok, and Jonathan the son of Abiathar; and by their hand you shall send to me whatever word you hear.
Word-by-word analysis· 28 words
καὶ εἰσῆλθεν Χουσι ὁ ἑταῖρος Δαυιδ εἰς τὴν πόλιν καὶ Αβεσσαλωμ εἰσεπορεύετο εἰς Ιερουσαλημ
So Hushai, David's companion, entered the city; and Absalom was entering Jerusalem.