καὶ ἐγενήθη τῷ Ιωσαφατ ἔτι πλοῦτος καὶ δόξα πολλή καὶ ἐπεγαμβρεύσατο ἐν οἴκῳ Αχααβ
Jehoshaphat had still much wealth and glory, and he allied himself by marriage with the house of Ahab.
Word-by-word analysis· 14 words
καὶ κατέβη διὰ τέλους ἐτῶν πρὸς Αχααβ εἰς Σαμάρειαν καὶ ἔθυσεν αὐτῷ Αχααβ πρόβατα καὶ μόσχους πολλοὺς καὶ τῷ λαῷ τῷ μετ' αὐτοῦ καὶ ἠπάτα αὐτὸν τοῦ συναναβῆναι μετ' αὐτοῦ εἰς Ραμωθ τῆς Γαλααδίτιδος
After some years he went down to Ahab at Samaria, and Ahab sacrificed many sheep and calves for him and for the people with him, and persuaded him to go up with him to Ramoth-gilead.
Word-by-word analysis· 34 words
καὶ εἶπεν Αχααβ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ βασιλέα Ιουδα πορεύσῃ μετ' ἐμοῦ εἰς Ραμωθ τῆς Γαλααδίτιδος καὶ εἶπεν αὐτῷ ὡς ἐγώ οὕτως καὶ σύ ὡς ὁ λαός σου καὶ ὁ λαός μου μετὰ σοῦ εἰς πόλεμον
And Ahab king of Israel said to Jehoshaphat king of Judah, 'Will you go with me to Ramoth-gilead?' He said to him, 'As I am, so are you; as your people, so my people with you in the war.'
Word-by-word analysis· 36 words
καὶ εἶπεν Ιωσαφατ πρὸς βασιλέα Ισραηλ ζήτησον δὴ σήμερον τὸν κύριον
And Jehoshaphat said to the king of Israel, 'Seek now today the LORD.'
Word-by-word analysis· 11 words
καὶ συνήγαγεν ὁ βασιλεὺς Ισραηλ τοὺς προφήτας τετρακοσίους ἄνδρας καὶ εἶπεν αὐτοῖς εἰ πορευθῶ εἰς Ραμωθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω καὶ εἶπαν ἀνάβαινε καὶ δώσει ὁ θεὸς εἰς τὰς χεῖρας τοῦ βασιλέως
So the king of Israel gathered four hundred men of the prophets and said to them, 'Shall I go to Ramoth-gilead for war, or shall I refrain?' And they said, 'Go up, and God will give it into the hand of the king.'
Word-by-word analysis· 33 words
καὶ εἶπεν Ιωσαφατ οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου ἔτι καὶ ἐπιζητήσομεν παρ' αὐτοῦ
But Jehoshaphat said, 'Is there not here still a prophet of the LORD, that we may inquire through him?'
Word-by-word analysis· 14 words
καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ ἔτι ἀνὴρ εἷς τοῦ ζητῆσαι τὸν κύριον δι' αὐτοῦ καὶ ἐγὼ ἐμίσησα αὐτόν ὅτι οὐκ ἔστιν προφητεύων περὶ ἐμοῦ εἰς ἀγαθά ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ εἰς κακά οὗτος Μιχαιας υἱὸς Ιεμλα καὶ εἶπεν Ιωσαφατ μὴ λαλείτω ὁ βασιλεὺς οὕτως
The king of Israel said to Jehoshaphat, 'There is still one man through whom to seek the LORD, but I hate him, because he never prophesies concerning me for good, but all his days for evil. He is Micaiah son of Imla.' And Jehoshaphat said, 'Let not the king speak thus.'
Word-by-word analysis· 46 words
καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ εὐνοῦχον ἕνα καὶ εἶπεν τάχος Μιχαιαν υἱὸν Ιεμλα
Then the king of Israel called one eunuch and said, 'Quickly, Micaiah son of Imla.'
Word-by-word analysis· 13 words
καὶ βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα καθήμενοι ἕκαστος ἐπὶ θρόνου αὐτοῦ καὶ ἐνδεδυμένοι στολὰς καθήμενοι ἐν τῷ εὐρυχώρῳ θύρας πύλης Σαμαρείας καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐναντίον αὐτῶν
Now the king of Israel and Jehoshaphat king of Judah were sitting each on his throne, clothed in robes, sitting in the open place at the entrance of the gate of Samaria, and all the prophets were prophesying before them.
Word-by-word analysis· 29 words
καὶ ἐποίησεν ἑαυτῷ Σεδεκιας υἱὸς Χανανα κέρατα σιδηρᾶ καὶ εἶπεν τάδε λέγει κύριος ἐν τούτοις κερατιεῖς τὴν Συρίαν ἕως ἂν συντελεσθῇ
And Zedekiah son of Chenaanah made for himself iron horns and said, 'Thus says the LORD: With these you shall gore Syria until it is finished.'
Word-by-word analysis· 21 words
καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτως λέγοντες ἀνάβαινε εἰς Ραμωθ Γαλααδ καὶ εὐοδωθήσῃ καὶ δώσει κύριος εἰς χεῖρας τοῦ βασιλέως
And all the prophets were prophesying thus, saying, 'Go up to Ramoth-gilead and prosper, and the LORD will give it into the hand of the king.'
Word-by-word analysis· 20 words
καὶ ὁ ἄγγελος ὁ πορευθεὶς τοῦ καλέσαι τὸν Μιχαιαν ἐλάλησεν αὐτῷ λέγων ἰδοὺ ἐλάλησαν οἱ προφῆται ἐν στόματι ἑνὶ ἀγαθὰ περὶ τοῦ βασιλέως καὶ ἔστωσαν δὴ οἱ λόγοι σου ὡς ἑνὸς αὐτῶν καὶ λαλήσεις ἀγαθά
And the messenger who went to call Micaiah spoke to him, saying, 'Behold, the prophets with one mouth have spoken good things concerning the king; let your words now be like one of theirs, and speak good things.'
Word-by-word analysis· 35 words
καὶ εἶπεν Μιχαιας ζῇ κύριος ὅτι ὃ ἐὰν εἴπῃ ὁ θεὸς πρός με αὐτὸ λαλήσω
But Micaiah said, 'As the LORD lives, whatever my God says to me, that I will speak.'
Word-by-word analysis· 15 words
καὶ ἦλθεν πρὸς τὸν βασιλέα καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Μιχαια εἰ πορευθῶ εἰς Ραμωθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω καὶ εἶπεν ἀνάβαινε καὶ εὐοδώσεις καὶ δοθήσονται εἰς χεῖρας ὑμῶν
When he came to the king, the king said to him, 'Micaiah, shall we go to Ramoth-gilead for war, or shall I refrain?' And he said, 'Go up and prosper; they shall be given into your hands.'
Word-by-word analysis· 30 words
καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς ποσάκις ὁρκίζω σε ἵνα μὴ λαλήσῃς πρός με πλὴν ἀλήθειαν ἐν ὀνόματι κυρίου
But the king said to him, 'How many times shall I adjure you that you speak to me nothing but the truth in the name of the LORD?'
Word-by-word analysis· 18 words
καὶ εἶπεν εἶδον τὸν Ισραηλ διεσπαρμένους ἐν τοῖς ὄρεσιν ὡς πρόβατα οἷς οὐκ ἔστιν ποιμήν καὶ εἶπεν κύριος οὐκ ἔχουσιν ἡγούμενον ἀναστρεφέτωσαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ
Then he said, 'I saw Israel scattered on the mountains like sheep that have no shepherd. And the LORD said, These have no leader; let each return to his house in peace.'
Word-by-word analysis· 29 words
καὶ εἶπεν ὁ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ οὐκ εἶπά σοι ὅτι οὐ προφητεύει περὶ ἐμοῦ ἀγαθά ἀλλ' ἢ κακά
And the king of Israel said to Jehoshaphat, 'Did I not tell you that he would not prophesy concerning me good, but only evil?'
Word-by-word analysis· 19 words
καὶ εἶπεν οὐχ οὕτως ἀκούσατε λόγον κυρίου εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου αὐτοῦ καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ εἱστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ
And Micaiah said, 'Not so; hear the word of the LORD. I saw the LORD sitting on his throne, and all the host of heaven standing at his right hand and at his left.'
Word-by-word analysis· 27 words
καὶ εἶπεν κύριος τίς ἀπατήσει τὸν Αχααβ βασιλέα Ισραηλ καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ραμωθ Γαλααδ καὶ εἶπεν οὗτος οὕτως καὶ οὗτος εἶπεν οὕτως
And the LORD said, Who will deceive Ahab king of Israel, so that he may go up and fall at Ramoth-gilead? And one spoke in this manner, and another spoke in that manner.
Word-by-word analysis· 24 words
καὶ ἐξῆλθεν τὸ πνεῦμα καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἶπεν ἐγὼ ἀπατήσω αὐτόν καὶ εἶπεν κύριος ἐν τίνι
Then the spirit came out and stood before the LORD and said, 'I will deceive him.' And the LORD said, 'By what means?'
Word-by-word analysis· 18 words
καὶ εἶπεν ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ καὶ εἶπεν ἀπατήσεις καὶ δυνήσῃ ἔξελθε καὶ ποίησον οὕτως
And he said, 'I will go out and be a lying spirit in the mouth of all his prophets.' And he said, 'You shall deceive him and will prevail; go out and do so.'
Word-by-word analysis· 22 words
καὶ νῦν ἰδοὺ ἔδωκεν κύριος πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν σου τούτων καὶ κύριος ἐλάλησεν ἐπὶ σὲ κακά
And now, behold, the LORD has put a lying spirit in the mouth of these your prophets, and the LORD has spoken evil against you.'
Word-by-word analysis· 20 words
καὶ ἤγγισεν Σεδεκιας υἱὸς Χανανα καὶ ἐπάταξεν τὸν Μιχαιαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπεν αὐτῷ ποίᾳ τῇ ὁδῷ παρῆλθεν πνεῦμα κυρίου παρ' ἐμοῦ τοῦ λαλῆσαι πρὸς σέ
Then Zedekiah son of Chenaanah came near and struck Micaiah on the cheek and said to him, 'By what way did the Spirit of the LORD pass from me to speak to you?'
Word-by-word analysis· 27 words
καὶ εἶπεν Μιχαιας ἰδοὺ ὄψῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ᾗ εἰσελεύσῃ ταμίειον ἐκ ταμιείου τοῦ κατακρυβῆναι
And Micaiah said, 'Behold, you shall see on that day when you enter an inner chamber from chamber to chamber to hide yourself.'
Word-by-word analysis· 17 words
καὶ εἶπεν βασιλεὺς Ισραηλ λάβετε τὸν Μιχαιαν καὶ ἀποστρέψατε πρὸς Εμηρ ἄρχοντα τῆς πόλεως καὶ πρὸς Ιωας ἄρχοντα υἱὸν τοῦ βασιλέως
And the king of Israel said, 'Take Micaiah and return him to Ameer the ruler of the city and to Joash the ruler, the king's son,
Word-by-word analysis· 21 words
καὶ ἐρεῖς οὕτως εἶπεν ὁ βασιλεύς ἀπόθεσθε τοῦτον εἰς οἶκον φυλακῆς καὶ ἐσθιέτω ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ
and say, Thus says the king: Put this man in prison, and let him eat bread of affliction and drink water of affliction until I return in peace.'
Word-by-word analysis· 24 words
καὶ εἶπεν Μιχαιας ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ οὐκ ἐλάλησεν κύριος ἐν ἐμοί ἀκούσατε λαοὶ πάντες
And Micaiah said, 'If you indeed return in peace, the LORD has not spoken by me.' And he said, 'Hear, all you peoples!'
Word-by-word analysis· 16 words
καὶ ἀνέβη βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα εἰς Ραμωθ Γαλααδ
So the king of Israel and Jehoshaphat king of Judah went up to Ramoth-gilead.
Word-by-word analysis· 11 words
καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ κατακαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου καὶ συνεκαλύψατο βασιλεὺς Ισραηλ καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον
And the king of Israel said to Jehoshaphat, 'I will disguise myself and enter the battle, but you put on my garments.' So the king of Israel disguised himself and entered the battle.
Word-by-word analysis· 27 words
καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσιν τῶν ἁρμάτων τοῖς μετ' αὐτοῦ λέγων μὴ πολεμεῖτε τὸν μικρὸν καὶ τὸν μέγαν ἀλλ' ἢ τὸν βασιλέα Ισραηλ μόνον
Now the king of Syria had commanded the commanders of the chariots that were with him, saying, 'Fight neither the small nor the great, but only the king of Israel.'
Word-by-word analysis· 25 words
καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ιωσαφατ καὶ αὐτοὶ εἶπαν Βασιλεὺς Ισραηλ ἐστίν καὶ ἐκύκλωσαν αὐτὸν τοῦ πολεμεῖν καὶ ἐβόησεν Ιωσαφατ καὶ κύριος ἔσωσεν αὐτόν καὶ ἀπέστρεψεν αὐτοὺς ὁ θεὸς ἀπ' αὐτοῦ
And it happened, when the commanders of the chariots saw Jehoshaphat, they said, 'It is the king of Israel.' So they surrounded him to fight, and Jehoshaphat cried out, and the LORD saved him, and God turned them away from him.
Word-by-word analysis· 35 words
καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἦν βασιλεὺς Ισραηλ καὶ ἀπέστρεψαν ἀπ' αὐτοῦ
And it happened, when the commanders of the chariots saw that he was not the king of Israel, they turned back from him.
Word-by-word analysis· 17 words
καὶ ἀνὴρ ἐνέτεινεν τόξον εὐστόχως καὶ ἐπάταξεν τὸν βασιλέα Ισραηλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος καὶ εἶπεν τῷ ἡνιόχῳ ἐπίστρεφε τὴν χεῖρά σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου ὅτι ἐπόνεσα
But a man drew a bow at random and struck the king of Israel between the lung and the breastplate. And he said to the charioteer, 'Turn your hand and carry me out of the battle, for I am wounded.'
Word-by-word analysis· 35 words
καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ὁ βασιλεὺς Ισραηλ ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἕως ἑσπέρας ἐξ ἐναντίας Συρίας καὶ ἀπέθανεν δύνοντος τοῦ ἡλίου
And the battle turned in that day, and the king of Israel stood in the chariot opposite Syria until evening; and he died at sunset.