καὶ ἐγένετο ἐν μηνὶ Νισαν ἔτους εἰκοστοῦ Αρθασασθα βασιλεῖ καὶ ἦν ὁ οἶνος ἐνώπιον ἐμοῦ καὶ ἔλαβον τὸν οἶνον καὶ ἔδωκα τῷ βασιλεῖ καὶ οὐκ ἦν ἕτερος ἐνώπιον αὐτοῦ
And it happened in the month Nisan, in the twentieth year of King Artaxerxes, that wine was before me; and I took the wine and gave it to the king. Now I had not been sad in his presence before.
Word-by-word analysis· 29 words
καὶ εἶπέν μοι ὁ βασιλεύς διὰ τί τὸ πρόσωπόν σου πονηρὸν καὶ οὐκ εἶ μετριάζων οὐκ ἔστιν τοῦτο εἰ μὴ πονηρία καρδίας καὶ ἐφοβήθην πολὺ σφόδρα
And the king said to me, 'Why is your face sad, though you are not sick? This is nothing other than sorrow of heart.' Then I was very greatly afraid.
Word-by-word analysis· 26 words
καὶ εἶπα τῷ βασιλεῖ ὁ βασιλεὺς εἰς τὸν αἰῶνα ζήτω διὰ τί οὐ μὴ γένηται πονηρὸν τὸ πρόσωπόν μου διότι ἡ πόλις οἶκος μνημείων πατέρων μου ἠρημώθη καὶ αἱ πύλαι αὐτῆς κατεβρώθησαν ἐν πυρί
And I said to the king, 'May the king live forever. Why should my face not be sad, when the city, the house of the tombs of my fathers, has been laid waste, and its gates have been consumed with fire?'
Word-by-word analysis· 34 words
καὶ εἶπέν μοι ὁ βασιλεύς περὶ τίνος τοῦτο σὺ ζητεῖς καὶ προσηυξάμην πρὸς τὸν θεὸν τοῦ οὐρανοῦ
And the king said to me, 'For what is this that you seek?' Then I prayed to the God of heaven,
Word-by-word analysis· 17 words
καὶ εἶπα τῷ βασιλεῖ εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν καὶ εἰ ἀγαθυνθήσεται ὁ παῖς σου ἐνώπιόν σου ὥστε πέμψαι αὐτὸν εἰς Ιουδα εἰς πόλιν μνημείων πατέρων μου καὶ ἀνοικοδομήσω αὐτήν
and I said to the king, 'If it seems good to the king, and if your servant has been favored before you, send me to Judah, to the city of the tombs of my fathers, and I will rebuild it.'
Word-by-word analysis· 30 words
καὶ εἶπέν μοι ὁ βασιλεὺς καὶ ἡ παλλακὴ ἡ καθημένη ἐχόμενα αὐτοῦ ἕως πότε ἔσται ἡ πορεία σου καὶ πότε ἐπιστρέψεις καὶ ἠγαθύνθη ἐνώπιον τοῦ βασιλέως καὶ ἀπέστειλέν με καὶ ἔδωκα αὐτῷ ὅρον
And the king said to me, with the queen seated beside him, 'How long will your journey be, and when will you return?' And it pleased the king to send me, and I gave him a time.
Word-by-word analysis· 33 words
καὶ εἶπα τῷ βασιλεῖ εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν δότω μοι ἐπιστολὰς πρὸς τοὺς ἐπάρχους πέραν τοῦ ποταμοῦ ὥστε παραγαγεῖν με ἕως ἔλθω ἐπὶ Ιουδαν
And I said to the king, 'If it seems good to the king, let letters be given to me for the governors Beyond the River, so that they may convey me safely until I come to Judah,
Word-by-word analysis· 25 words
καὶ ἐπιστολὴν ἐπὶ Ασαφ φύλακα τοῦ παραδείσου ὅς ἐστιν τῷ βασιλεῖ ὥστε δοῦναί μοι ξύλα στεγάσαι τὰς πύλας καὶ εἰς τὸ τεῖχος τῆς πόλεως καὶ εἰς οἶκον ὃν εἰσελεύσομαι εἰς αὐτόν καὶ ἔδωκέν μοι ὁ βασιλεὺς ὡς χεὶρ θεοῦ ἡ ἀγαθή
and a letter to Asaph, keeper of the king's park, that he may give me timber to roof the gates of the fortress belonging to the house, and for the wall of the city, and for the house into which I shall enter.' And the king gave them to me, according to the good hand of God upon me.
Word-by-word analysis· 41 words
καὶ ἦλθον πρὸς τοὺς ἐπάρχους πέραν τοῦ ποταμοῦ καὶ ἔδωκα αὐτοῖς τὰς ἐπιστολὰς τοῦ βασιλέως καὶ ἀπέστειλεν μετ' ἐμοῦ ὁ βασιλεὺς ἀρχηγοὺς δυνάμεως καὶ ἱππεῖς
And I came to the governors Beyond the River and gave them the king's letters. And the king had sent with me officers of the army and horsemen.
Word-by-word analysis· 25 words
καὶ ἤκουσεν Σαναβαλλατ ὁ Αρωνι καὶ Τωβια ὁ δοῦλος ὁ Αμμωνι καὶ πονηρὸν αὐτοῖς ἐγένετο ὅτι ἥκει ἄνθρωπος ζητῆσαι ἀγαθὸν τοῖς υἱοῖς Ισραηλ
And Sanballat the Horonite heard, and Tobiah the servant, the Ammonite, and it was evil to them that a man had come to seek the good of the sons of Israel.
Word-by-word analysis· 23 words
καὶ ἦλθον εἰς Ιερουσαλημ καὶ ἤμην ἐκεῖ ἡμέρας τρεῖς
And I came to Jerusalem and was there three days.
Word-by-word analysis· 9 words
καὶ ἀνέστην νυκτὸς ἐγὼ καὶ ἄνδρες ὀλίγοι μετ' ἐμοῦ καὶ οὐκ ἀπήγγειλα ἀνθρώπῳ τί ὁ θεὸς δίδωσιν εἰς καρδίαν μου τοῦ ποιῆσαι μετὰ τοῦ Ισραηλ καὶ κτῆνος οὐκ ἔστιν μετ' ἐμοῦ εἰ μὴ τὸ κτῆνος ᾧ ἐγὼ ἐπιβαίνω ἐπ' αὐτῷ
Then I rose in the night, I and a few men with me, and I told no one what God had put into my heart to do for Israel; and there was no beast with me except the beast on which I rode.
Word-by-word analysis· 40 words
καὶ ἐξῆλθον ἐν πύλῃ τοῦ γωληλα καὶ πρὸς στόμα πηγῆς τῶν συκῶν καὶ εἰς πύλην τῆς κοπρίας καὶ ἤμην συντρίβων ἐν τῷ τείχει Ιερουσαλημ ὃ αὐτοὶ καθαιροῦσιν καὶ πύλαι αὐτῆς κατεβρώθησαν πυρί
And I went out by night through the Valley Gate, toward the mouth of the Spring of Figs and to the Dung Gate, and I was inspecting the wall of Jerusalem, which they had broken down, and whose gates had been consumed with fire.
Word-by-word analysis· 32 words
καὶ παρῆλθον ἐπὶ πύλην τοῦ Αιν καὶ εἰς κολυμβήθραν τοῦ βασιλέως καὶ οὐκ ἦν τόπος τῷ κτήνει παρελθεῖν ὑποκάτω μου
And I passed on to the Fountain Gate and to the King's Pool, but there was no place for the beast under me to pass.
Word-by-word analysis· 20 words
καὶ ἤμην ἀναβαίνων ἐν τῷ τείχει χειμάρρου νυκτὸς καὶ ἤμην συντρίβων ἐν τῷ τείχει καὶ ἤμην ἐν πύλῃ τῆς φάραγγος καὶ ἐπέστρεψα
And I was going up by night by the torrent-bed, and I was inspecting the wall; then I came in by the Valley Gate and returned.
Word-by-word analysis· 22 words
καὶ οἱ φυλάσσοντες οὐκ ἔγνωσαν τί ἐπορεύθην καὶ τί ἐγὼ ποιῶ καὶ τοῖς Ιουδαίοις καὶ τοῖς ἱερεῦσιν καὶ τοῖς ἐντίμοις καὶ τοῖς στρατηγοῖς καὶ τοῖς καταλοίποις τοῖς ποιοῦσιν τὰ ἔργα ἕως τότε οὐκ ἀπήγγειλα
And the officials did not know where I had gone or what I was doing; and to the Jews and to the priests and to the nobles and to the rulers and to the rest who were doing the work, I had told nothing until then.
Word-by-word analysis· 34 words
καὶ εἶπα πρὸς αὐτούς ὑμεῖς βλέπετε τὴν πονηρίαν ἐν ᾗ ἐσμεν ἐν αὐτῇ πῶς Ιερουσαλημ ἔρημος καὶ αἱ πύλαι αὐτῆς ἐδόθησαν πυρί δεῦτε καὶ διοικοδομήσωμεν τὸ τεῖχος Ιερουσαλημ καὶ οὐκ ἐσόμεθα ἔτι ὄνειδος
Then I said to them, 'You see the misery in which we are, how Jerusalem lies desolate and its gates have been given to fire. Come, let us rebuild the wall of Jerusalem, and we shall no longer be a reproach.'
Word-by-word analysis· 33 words
καὶ ἀπήγγειλα αὐτοῖς τὴν χεῖρα τοῦ θεοῦ ἥ ἐστιν ἀγαθὴ ἐπ' ἐμέ καὶ τοὺς λόγους τοῦ βασιλέως οὓς εἶπέν μοι καὶ εἶπα ἀναστῶμεν καὶ οἰκοδομήσωμεν καὶ ἐκραταιώθησαν αἱ χεῖρες αὐτῶν εἰς ἀγαθόν
And I told them of the hand of God that was good upon me, and also the king's words that he had spoken to me. And I said, 'Let us rise up and build'; and their hands were strengthened for good.
Word-by-word analysis· 32 words
καὶ ἤκουσεν Σαναβαλλατ ὁ Αρωνι καὶ Τωβια ὁ δοῦλος ὁ Αμμωνι καὶ Γησαμ ὁ Αραβι καὶ ἐξεγέλασαν ἡμᾶς καὶ ἦλθον ἐφ' ἡμᾶς καὶ εἶπαν τί τὸ ῥῆμα τοῦτο ὃ ὑμεῖς ποιεῖτε ἦ ἐπὶ τὸν βασιλέα ὑμεῖς ἀποστατεῖτε
But Sanballat the Horonite heard, and Tobiah the servant, the Ammonite, and Geshem the Arab, and they mocked us and came against us and said, 'What is this thing that you are doing? Are you rebelling against the king?'
Word-by-word analysis· 37 words
καὶ ἐπέστρεψα αὐτοῖς λόγον καὶ εἶπα αὐτοῖς ὁ θεὸς τοῦ οὐρανοῦ αὐτὸς εὐοδώσει ἡμῖν καὶ ἡμεῖς δοῦλοι αὐτοῦ καθαροί καὶ οἰκοδομήσομεν καὶ ὑμῖν οὐκ ἔστιν μερὶς καὶ δικαιοσύνη καὶ μνημόσυνον ἐν Ιερουσαλημ
And I answered them with a word and said to them, 'The God of heaven, he will prosper us; and we, his servants, will arise and build. But you have no share or right or memorial in Jerusalem.'