πᾶν τὸ χρυσίον ὃ κατειργάσθη εἰς τὰ ἔργα κατὰ πᾶσαν τὴν ἐργασίαν τῶν ἁγίων ἐγένετο χρυσίου τοῦ τῆς ἀπαρχῆς ἐννέα καὶ εἴκοσι τάλαντα καὶ ἑπτακόσιοι εἴκοσι σίκλοι κατὰ τὸν σίκλον τὸν ἅγιον
All the gold that was worked for the works, according to all the labor of the holy things, was, of the gold of the firstfruit-offering, twenty-nine talents and seven hundred twenty shekels by the holy shekel.
Word-by-word analysis· 32 words
καὶ ἀργυρίου ἀφαίρεμα παρὰ τῶν ἐπεσκεμμένων ἀνδρῶν τῆς συναγωγῆς ἑκατὸν τάλαντα καὶ χίλιοι ἑπτακόσιοι ἑβδομήκοντα πέντε σίκλοι
And the contribution of silver from the men of the congregation who were mustered: one hundred talents and one thousand seven hundred seventy-five shekels.
Word-by-word analysis· 17 words
δραχμὴ μία τῇ κεφαλῇ τὸ ἥμισυ τοῦ σίκλου κατὰ τὸν σίκλον τὸν ἅγιον πᾶς ὁ παραπορευόμενος τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω εἰς τὰς ἑξήκοντα μυριάδας καὶ τρισχίλιοι πεντακόσιοι καὶ πεντήκοντα
One drachma per head, the half of the shekel by the holy shekel — everyone who passes over to the numbering, from twenty years old and upward — to the sixty myriads and three thousand five hundred and fifty.
Word-by-word analysis· 31 words
καὶ ἐγενήθη τὰ ἑκατὸν τάλαντα τοῦ ἀργυρίου εἰς τὴν χώνευσιν τῶν ἑκατὸν κεφαλίδων τῆς σκηνῆς καὶ εἰς τὰς κεφαλίδας τοῦ καταπετάσματος ἑκατὸν κεφαλίδες εἰς τὰ ἑκατὸν τάλαντα τάλαντον τῇ κεφαλίδι
And the hundred talents of silver went into the casting of the hundred capitals of the tabernacle and for the capitals of the veil — a hundred capitals for the hundred talents, a talent per capital.
Word-by-word analysis· 30 words
καὶ τοὺς χιλίους ἑπτακοσίους ἑβδομήκοντα πέντε σίκλους ἐποίησαν εἰς τὰς ἀγκύλας τοῖς στύλοις καὶ κατεχρύσωσεν τὰς κεφαλίδας αὐτῶν καὶ κατεκόσμησεν αὐτούς
And the one thousand seven hundred seventy-five shekels they made into the hooks for the pillars, and he gilded their capitals and adorned them.
Word-by-word analysis· 21 words
καὶ ὁ χαλκὸς τοῦ ἀφαιρέματος ἑβδομήκοντα τάλαντα καὶ χίλιοι πεντακόσιοι σίκλοι
And the bronze of the contribution: seventy talents and one thousand five hundred shekels.
Word-by-word analysis· 11 words
καὶ ἐποίησεν ἐξ αὐτοῦ τὰς βάσεις τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
And he made from it the bases of the door of the tent of witness,
Word-by-word analysis· 12 words
καὶ τὰς βάσεις τῆς αὐλῆς κύκλῳ καὶ τὰς βάσεις τῆς πύλης τῆς αὐλῆς καὶ τοὺς πασσάλους τῆς σκηνῆς καὶ τοὺς πασσάλους τῆς αὐλῆς κύκλῳ
and the bases of the courtyard round about, and the bases of the gate of the courtyard, and the pegs of the tent, and the pegs of the courtyard round about,
Word-by-word analysis· 24 words
καὶ τὸ παράθεμα τὸ χαλκοῦν τοῦ θυσιαστηρίου καὶ πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου καὶ πάντα τὰ ἐργαλεῖα τῆς σκηνῆς τοῦ μαρτυρίου
and the bronze grating of the altar, and all the vessels of the altar, and all the implements of the tent of witness.
Word-by-word analysis· 21 words
καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ οὕτως ἐποίησαν
And the sons of Israel did just as the LORD directed Moses; so they did.
Word-by-word analysis· 12 words
τὸ δὲ λοιπὸν χρυσίον τοῦ ἀφαιρέματος ἐποίησαν σκεύη εἰς τὸ λειτουργεῖν ἐν αὐτοῖς ἔναντι κυρίου
And the remaining gold of the contribution they made into vessels for ministering with them before the LORD.
Word-by-word analysis· 15 words
καὶ τὴν καταλειφθεῖσαν ὑάκινθον καὶ πορφύραν καὶ τὸ κόκκινον ἐποίησαν στολὰς λειτουργικὰς Ααρων ὥστε λειτουργεῖν ἐν αὐταῖς ἐν τῷ ἁγίῳ
And the leftover blue and purple and the scarlet they made into ministering garments for Aaron, so as to minister in them in the holy place.
Word-by-word analysis· 20 words
καὶ ἤνεγκαν τὰς στολὰς πρὸς Μωυσῆν καὶ τὴν σκηνὴν καὶ τὰ σκεύη αὐτῆς καὶ τὰς βάσεις καὶ τοὺς μοχλοὺς αὐτῆς καὶ τοὺς στύλους
And they brought the garments to Moses, and the tabernacle and its vessels, and the bases and its bars and the pillars,
Word-by-word analysis· 23 words
καὶ τὴν κιβωτὸν τῆς διαθήκης καὶ τοὺς διωστῆρας αὐτῆς
and the ark of the covenant and its carrying-poles,
Word-by-word analysis· 9 words
καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως
and the altar and all its vessels, and the oil of anointing and the incense of compounding,
Word-by-word analysis· 18 words
καὶ τὴν λυχνίαν τὴν καθαρὰν καὶ τοὺς λύχνους αὐτῆς λύχνους τῆς καύσεως καὶ τὸ ἔλαιον τοῦ φωτὸς
and the pure lampstand and its lamps, lamps of the burning, and the oil of the light,
Word-by-word analysis· 17 words
καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ πάντα τὰ αὐτῆς σκεύη καὶ τοὺς ἄρτους τοὺς προκειμένους
and the table of presentation and all its vessels, and the loaves that are set forth,
Word-by-word analysis· 15 words
καὶ τὰς στολὰς τοῦ ἁγίου αἵ εἰσιν Ααρων καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ εἰς τὴν ἱερατείαν
and the garments of the sanctuary which are Aaron's, and the garments of his sons for the priesthood,
Word-by-word analysis· 17 words
καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τοὺς στύλους καὶ τὸ καταπέτασμα τῆς θύρας τῆς σκηνῆς καὶ τῆς πύλης τῆς αὐλῆς καὶ πάντα τὰ σκεύη τῆς σκηνῆς καὶ πάντα τὰ ἐργαλεῖα αὐτῆς
and the hangings of the courtyard and the pillars, and the screen of the door of the tent and of the gate of the courtyard, and all the vessels of the tent and all its implements,
Word-by-word analysis· 31 words
καὶ τὰς διφθέρας δέρματα κριῶν ἠρυθροδανωμένα καὶ τὰ καλύμματα δέρματα ὑακίνθινα καὶ τῶν λοιπῶν τὰ ἐπικαλύμματα
and the leather coverings — ram-skins dyed red — and the coverings of blue-dyed skins, and the over-coverings of the rest,
Word-by-word analysis· 16 words
καὶ τοὺς πασσάλους καὶ πάντα τὰ ἐργαλεῖα τὰ εἰς τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου
and the pegs and all the implements for the works of the tent of witness.
Word-by-word analysis· 15 words
ὅσα συνέταξεν κύριος τῷ Μωυσῇ οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ πᾶσαν τὴν ἀποσκευήν
Whatever the LORD directed Moses, so the sons of Israel made all the equipment.
Word-by-word analysis· 13 words
καὶ εἶδεν Μωυσῆς πάντα τὰ ἔργα καὶ ἦσαν πεποιηκότες αὐτὰ ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ οὕτως ἐποίησαν αὐτά καὶ εὐλόγησεν αὐτοὺς Μωυσῆς
And Moses saw all the works, and they had done them in the manner the LORD directed Moses; so they did them. And Moses blessed them.