οὐαὶ τέκνα ἀποστάται τάδε λέγει κύριος ἐποιήσατε βουλὴν οὐ δι' ἐμοῦ καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου προσθεῖναι ἁμαρτίας ἐφ' ἁμαρτίαις
Woe to the rebellious children, says the Lord, who have made counsel not from me and covenants not through my Spirit, adding sins upon sins.
Word-by-word analysis· 22 words
οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον ἐμὲ δὲ οὐκ ἐπηρώτησαν τοῦ βοηθηθῆναι ὑπὸ Φαραω καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων
They are going down to Egypt, yet they did not ask me, to receive help from Pharaoh and shelter from the Egyptians.
Word-by-word analysis· 17 words
ἔσται γὰρ ὑμῖν ἡ σκέπη Φαραω εἰς αἰσχύνην καὶ τοῖς πεποιθόσιν ἐπ' Αἴγυπτον ὄνειδος
The shelter of Pharaoh will become your shame, and trust in Egypt a reproach.
Word-by-word analysis· 14 words
ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί μάτην κοπιάσουσιν
For rulers are in Tanis, and evil messengers labor there in vain.
Word-by-word analysis· 9 words
πρὸς λαόν ὃς οὐκ ὠφελήσει αὐτοὺς οὔτε εἰς βοήθειαν οὔτε εἰς ὠφέλειαν ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος
They go to a people that will not help them, not for assistance or benefit, but for shame and reproach.
Word-by-word analysis· 17 words
ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ λέων καὶ σκύμνος λέοντος ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων οἳ ἔφερον ἐπ' ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος ὃ οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος
The vision of the beasts in the wilderness: in distress and affliction come lion and lion's cub, asps and flying brood of asps, carrying their wealth on donkeys and camels to a nation that will not help them, but only shame them.
Word-by-word analysis· 47 words
Αἰγύπτιοι μάταια καὶ κενὰ ὠφελήσουσιν ὑμᾶς ἀπάγγειλον αὐτοῖς ὅτι ματαία ἡ παράκλησις ὑμῶν αὕτη
The Egyptians will help you vainly and emptily; therefore tell them, 'Your comfort in this matter is futile.'
Word-by-word analysis· 14 words
νῦν οὖν καθίσας γράψον ἐπὶ πυξίου ταῦτα καὶ εἰς βιβλίον ὅτι ἔσται εἰς ἡμέρας καιρῶν ταῦτα καὶ ἕως εἰς τὸν αἰῶνα
Now sit down and write these things on a tablet and in a book, because they will stand for days to come and even forever.
Word-by-word analysis· 21 words
ὅτι λαὸς ἀπειθής ἐστιν υἱοὶ ψευδεῖς οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ θεοῦ
For this is a disobedient people, false sons who were unwilling to hear the law of God.
Word-by-word analysis· 14 words
οἱ λέγοντες τοῖς προφήταις μὴ ἀναγγέλλετε ἡμῖν καὶ τοῖς τὰ ὁράματα ὁρῶσιν μὴ λαλεῖτε ἡμῖν ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν
They say to the prophets, 'Do not report to us,' and to those who see visions, 'Do not speak to us; speak to us another deception.'
Word-by-word analysis· 23 words
καὶ ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης ἀφέλετε ἀφ' ἡμῶν τὸν τρίβον τοῦτον καὶ ἀφέλετε ἀφ' ἡμῶν τὸν ἅγιον τοῦ Ισραηλ
Turn us aside from this way; remove this path from us; take away from us the Holy One of Israel.
Word-by-word analysis· 21 words
διὰ τοῦτο οὕτως λέγει κύριος ὁ ἅγιος τοῦ Ισραηλ ὅτι ἠπειθήσατε τοῖς λόγοις τούτοις καὶ ἠλπίσατε ἐπὶ ψεύδει καὶ ὅτι ἐγόγγυσας καὶ πεποιθὼς ἐγένου ἐπὶ τῷ λόγῳ τούτῳ
Therefore thus says the Holy One of Israel: because you disobeyed these words and trusted in falsehood and murmuring, resting on this claim,
Word-by-word analysis· 28 words
διὰ τοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πῖπτον παραχρῆμα πόλεως ὀχυρᾶς ἑαλωκυίας ἧς παραχρῆμα πάρεστιν τὸ πτῶμα
therefore this sin will be to you like a wall suddenly collapsing from a captured strong city, whose fall comes at once.
Word-by-word analysis· 19 words
καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα ἀγγείου ὀστρακίνου ἐκ κεραμίου λεπτὰ ὥστε μὴ εὑρεῖν ἐν αὐτοῖς ὄστρακον ἐν ᾧ πῦρ ἀρεῖς καὶ ἐν ᾧ ἀποσυριεῖς ὕδωρ μικρόν
Its ruin will be like the smashing of a clay vessel into fragments so fine that not a shard will be found to carry fire or draw a little water.
Word-by-word analysis· 28 words
οὕτω λέγει κύριος ὁ ἅγιος τοῦ Ισραηλ ὅταν ἀποστραφεὶς στενάξῃς τότε σωθήσῃ καὶ γνώσῃ ποῦ ἦσθα ὅτε ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη καὶ οὐκ ἠβούλεσθε ἀκούειν
For thus says the Lord, the Holy One of Israel: when you turn back and groan, then you will be saved, and you will know where you were when you trusted in vanities; your strength became vain, and you were unwilling to listen.
Word-by-word analysis· 30 words
ἀλλ' εἴπατε ἐφ' ἵππων φευξόμεθα διὰ τοῦτο φεύξεσθε καὶ εἴπατε ἐπὶ κούφοις ἀναβάται ἐσόμεθα διὰ τοῦτο κοῦφοι ἔσονται οἱ διώκοντες ὑμᾶς
But you said, 'We will flee on horses'; therefore you will flee. And you said, 'We will ride on swift mounts'; therefore your pursuers will be swift.
Word-by-word analysis· 21 words
διὰ φωνὴν ἑνὸς φεύξονται χίλιοι καὶ διὰ φωνὴν πέντε φεύξονται πολλοί ἕως ἂν καταλειφθῆτε ὡς ἱστὸς ἐπ' ὄρους καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ
At the voice of one, a thousand will flee; at the voice of five, many will flee until you are left like a mast on a mountain or a banner on a hill.
Word-by-word analysis· 24 words
καὶ πάλιν μενεῖ ὁ θεὸς τοῦ οἰκτιρῆσαι ὑμᾶς καὶ διὰ τοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς διότι κριτὴς κύριος ὁ θεὸς ἡμῶν ἐστιν καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν μακάριοι οἱ ἐμμένοντες ἐν αὐτῷ
Yet God will again wait to show you mercy, and therefore he will be exalted to have pity on you; for the Lord our God is a judge. Blessed are all who remain in him.
Word-by-word analysis· 33 words
διότι λαὸς ἅγιος ἐν Σιων οἰκήσει καὶ Ιερουσαλημ κλαυθμῷ ἔκλαυσεν ἐλέησόν με ἐλεήσει σε τὴν φωνὴν τῆς κραυγῆς σου ἡνίκα εἶδεν ἐπήκουσέν σου
For a holy people will dwell in Zion and Jerusalem; she has wept with weeping, and he will surely have mercy on you when he hears the voice of your cry.
Word-by-word analysis· 23 words
καὶ δώσει κύριος ὑμῖν ἄρτον θλίψεως καὶ ὕδωρ στενόν καὶ οὐκέτι μὴ ἐγγίσωσίν σοι οἱ πλανῶντές σε ὅτι οἱ ὀφθαλμοί σου ὄψονται τοὺς πλανῶντάς σε
The Lord will give you bread of affliction and scant water, yet those who mislead you will draw near no more, and your eyes will see those who led you astray.
Word-by-word analysis· 25 words
καὶ τὰ ὦτά σου ἀκούσονται τοὺς λόγους τῶν ὀπίσω σε πλανησάντων οἱ λέγοντες αὕτη ἡ ὁδός πορευθῶμεν ἐν αὐτῇ εἴτε δεξιὰ εἴτε ἀριστερά
Your ears will hear the words of those behind you, saying, 'This is the way; walk in it,' whether to the right or to the left.
Word-by-word analysis· 23 words
καὶ ἐξαρεῖς τὰ εἴδωλα τὰ περιηργυρωμένα καὶ τὰ περικεχρυσωμένα λεπτὰ ποιήσεις καὶ λικμήσεις ὡς ὕδωρ ἀποκαθημένης καὶ ὡς κόπρον ὤσεις αὐτά
You will remove the silvered and gold-plated idols, crush them fine, scatter them like polluted water, and cast them out like dung.
Word-by-word analysis· 21 words
τότε ἔσται ὁ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου καὶ ὁ ἄρτος τοῦ γενήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός καὶ βοσκηθήσεταί σου τὰ κτήνη τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον
Then there will be rain for the seed of your land, and the bread of your produce will be full and rich; on that day your cattle will graze in a broad and fertile place.
Word-by-word analysis· 33 words
οἱ ταῦροι ὑμῶν καὶ οἱ βόες οἱ ἐργαζόμενοι τὴν γῆν φάγονται ἄχυρα ἀναπεποιημένα ἐν κριθῇ λελικμημένα
Your bulls and oxen that work the ground will eat fodder mixed with barley and well-winnowed grain.
Word-by-word analysis· 16 words
καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅταν ἀπόλωνται πολλοὶ καὶ ὅταν πέσωσιν πύργοι
On every high mountain and lofty hill there will be running water in that day, when many perish and towers fall.
Word-by-word analysis· 24 words
καὶ ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον ἐν τῇ ἡμέρᾳ ὅταν ἰάσηται κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται
The light of the moon will be like the light of the sun, and the light of the sun sevenfold, in the day when the Lord heals the fracture of his people and the pain of your wound.
Word-by-word analysis· 36 words
ἰδοὺ τὸ ὄνομα κυρίου διὰ χρόνου ἔρχεται πολλοῦ καιόμενος ὁ θυμός μετὰ δόξης τὸ λόγιον τῶν χειλέων αὐτοῦ τὸ λόγιον ὀργῆς πλῆρες καὶ ἡ ὀργὴ τοῦ θυμοῦ ὡς πῦρ ἔδεται
Behold, the name of the Lord comes from afar, his anger burning with glory; the utterance of his lips is full of wrath, and his anger will devour like fire.
Word-by-word analysis· 30 words
καὶ τὸ πνεῦμα αὐτοῦ ὡς ὕδωρ ἐν φάραγγι σῦρον ἥξει ἕως τοῦ τραχήλου καὶ διαιρεθήσεται τοῦ ἔθνη ταράξαι ἐπὶ πλανήσει ματαίᾳ καὶ διώξεται αὐτοὺς πλάνησις καὶ λήμψεται αὐτοὺς κατὰ πρόσωπον αὐτῶν
His spirit will come like water in a ravine reaching to the neck, to shake the nations in vain delusion; delusion will seize them face to face.
Word-by-word analysis· 31 words
μὴ διὰ παντὸς δεῖ ὑμᾶς εὐφραίνεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διὰ παντὸς ὡσεὶ ἑορτάζοντας καὶ ὡσεὶ εὐφραινομένους εἰσελθεῖν μετὰ αὐλοῦ εἰς τὸ ὄρος τοῦ κυρίου πρὸς τὸν θεὸν τοῦ Ισραηλ
Must you always rejoice and enter my holy places as though celebrating a feast, as if joyfully entering with a flute to the mountain of the Lord, to the God of Israel?
Word-by-word analysis· 32 words
καὶ ἀκουστὴν ποιήσει ὁ θεὸς τὴν δόξαν τῆς φωνῆς αὐτοῦ καὶ τὸν θυμὸν τοῦ βραχίονος αὐτοῦ δείξει μετὰ θυμοῦ καὶ ὀργῆς καὶ φλογὸς κατεσθιούσης κεραυνώσει βιαίως καὶ ὡς ὕδωρ καὶ χάλαζα συγκαταφερομένη βίᾳ
God will make the glory of his voice heard and show the fury of his arm with wrath, anger, devouring flame, violent thunder, water, and hail swept down with force.
Word-by-word analysis· 33 words
διὰ γὰρ φωνὴν κυρίου ἡττηθήσονται Ἀσσύριοι τῇ πληγῇ ᾗ ἂν πατάξῃ αὐτούς
For by the voice of the Lord the Assyrians will be defeated, by the stroke with which he strikes them.
Word-by-word analysis· 12 words
καὶ ἔσται αὐτῷ κυκλόθεν ὅθεν ἦν αὐτῷ ἡ ἐλπὶς τῆς βοηθείας ἐφ' ᾗ αὐτὸς ἐπεποίθει αὐτοὶ μετὰ αὐλῶν καὶ κιθάρας πολεμήσουσιν αὐτὸν ἐκ μεταβολῆς
All around him, where he had placed his hope of help, on which he trusted, they will fight against him with flutes and lyres in turn.
Word-by-word analysis· 24 words
σὺ γὰρ πρὸ ἡμερῶν ἀπαιτηθήσῃ μὴ καὶ σοὶ ἡτοιμάσθη βασιλεύειν φάραγγα βαθεῖαν ξύλα κείμενα πῦρ καὶ ξύλα πολλά ὁ θυμὸς κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη
For you will be required from earlier days; a deep ravine has been prepared also for you to reign in, with wood laid and much fire, and the anger of the Lord burning it like a sulfurous torrent.