φωτίζου φωτίζου Ιερουσαλημ ἥκει γάρ σου τὸ φῶς καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκεν
Be illumined, be illumined, O Jerusalem, for your light has come and the glory of the Lord has risen upon you.
Word-by-word analysis· 15 words
ἰδοὺ σκότος καὶ γνόφος καλύψει γῆν ἐπ' ἔθνη ἐπὶ δὲ σὲ φανήσεται κύριος καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται
Behold, darkness and gloom will cover the earth and the nations, but upon you the Lord will appear and his glory will be seen upon you.
Word-by-word analysis· 20 words
καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου καὶ ἔθνη τῇ λαμπρότητί σου
Kings will come to your light, and nations to your brightness.
Word-by-word analysis· 11 words
ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ συνηγμένα τὰ τέκνα σου ἰδοὺ ἥκασιν πάντες οἱ υἱοί σου μακρόθεν καὶ αἱ θυγατέρες σου ἐπ' ὤμων ἀρθήσονται
Lift your eyes all around and see your children gathered together; behold, all your sons have come from afar, and your daughters will be carried on shoulders.
Word-by-word analysis· 25 words
τότε ὄψῃ καὶ φοβηθήσῃ καὶ ἐκστήσῃ τῇ καρδίᾳ ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης καὶ ἐθνῶν καὶ λαῶν καὶ ἥξουσίν σοι
Then you will see and be afraid and be amazed in heart, because the wealth of sea and nations and peoples will be turned toward you and come to you.
Word-by-word analysis· 21 words
ἀγέλαι καμήλων καὶ καλύψουσίν σε κάμηλοι Μαδιαμ καὶ Γαιφα πάντες ἐκ Σαβα ἥξουσιν φέροντες χρυσίον καὶ λίβανον οἴσουσιν καὶ τὸ σωτήριον κυρίου εὐαγγελιοῦνται
Herds of camels will cover you, camels of Midian and Gepha; all from Sheba will come, bringing gold and frankincense, and they will proclaim the salvation of the Lord.
Word-by-word analysis· 23 words
καὶ πάντα τὰ πρόβατα Κηδαρ συναχθήσονταί σοι καὶ κριοὶ Ναβαιωθ ἥξουσίν σοι καὶ ἀνενεχθήσεται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται
All the sheep of Kedar will be gathered to you, and the rams of Nebaioth will come to you; they will be offered acceptably upon my altar, and the house of my prayer will be glorified.
Word-by-word analysis· 26 words
τίνες οἵδε ὡς νεφέλαι πέτανται καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς
Who are these that fly like clouds and like doves with their young?
Word-by-word analysis· 10 words
ἐμὲ νῆσοι ὑπέμειναν καὶ πλοῖα Θαρσις ἐν πρώτοις ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσὸν μετ' αὐτῶν διὰ τὸ ὄνομα κυρίου τὸ ἅγιον καὶ διὰ τὸ τὸν ἅγιον τοῦ Ισραηλ ἔνδοξον εἶναι
For the islands waited for me, and the ships of Tarshish first, to bring your children from afar with their silver and gold, because of the holy name of the Lord and because the Holy One of Israel is glorious.
Word-by-word analysis· 36 words
καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι διὰ γὰρ ὀργήν μου ἐπάταξά σε καὶ διὰ ἔλεον ἠγάπησά σε
Foreigners will build your walls, and their kings will stand by you; for in my wrath I struck you, but in mercy I loved you.
Word-by-word analysis· 23 words
καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διὰ παντός ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν καὶ βασιλεῖς ἀγομένους
Your gates will stand open continually; day and night they will not be shut, so that the strength of nations may be brought to you, with their kings being led along.
Word-by-word analysis· 20 words
τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς οἵτινες οὐ δουλεύσουσίν σοι ἀπολοῦνται καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσονται
For the nations and the kings that will not serve you shall perish, and those nations will be utterly laid waste.
Word-by-word analysis· 16 words
καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου
The glory of Lebanon will come to you, with cypress and pine and cedar together, to glorify my holy place.
Word-by-word analysis· 21 words
καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων σε καὶ παροξυνάντων σε καὶ κληθήσῃ πόλις κυρίου Σιων ἁγίου Ισραηλ
The sons of those who humbled and provoked you will come to you in fear, and you will be called the city of the Lord, Zion of the Holy One of Israel.
Word-by-word analysis· 18 words
διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην καὶ οὐκ ἦν ὁ βοηθῶν καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον εὐφροσύνην γενεῶν γενεαῖς
Because you became forsaken and hated and had no helper, I will make you an everlasting joy, a gladness from generation to generation.
Word-by-word analysis· 20 words
καὶ θηλάσεις γάλα ἐθνῶν καὶ πλοῦτον βασιλέων φάγεσαι καὶ γνώσῃ ὅτι ἐγὼ κύριος ὁ σῴζων σε καὶ ἐξαιρούμενός σε θεὸς Ισραηλ
You will nurse the milk of nations and eat the wealth of kings, and you will know that I am the Lord who saves you and rescues you, the God of Israel.
Word-by-word analysis· 21 words
καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκόν ἀντὶ δὲ λίθων σίδηρον καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ
Instead of bronze I will bring you gold, and instead of iron I will bring you silver; instead of wood, bronze, and instead of stones, iron; and I will appoint your rulers in peace and your overseers in righteousness.
Word-by-word analysis· 35 words
καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου οὐδὲ σύντριμμα οὐδὲ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου ἀλλὰ κληθήσεται σωτήριον τὰ τείχη σου καὶ αἱ πύλαι σου γλύμμα
Violence will no longer be heard in your land, nor ruin nor misery within your borders, but your walls will be called Salvation and your gates Sculpture.
Word-by-word analysis· 28 words
καὶ οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φῶς ἡμέρας οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα ἀλλ' ἔσται σοι κύριος φῶς αἰώνιον καὶ ὁ θεὸς δόξα σου
The sun will no longer be for you the light of day, nor will the rising moon give you light by night, but the Lord will be for you everlasting light and God will be your glory.
Word-by-word analysis· 27 words
οὐ γὰρ δύσεται ὁ ἥλιός σοι καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει ἔσται γὰρ κύριός σοι φῶς αἰώνιον καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου
For your sun will not set and your moon will not fail, because the Lord will be your everlasting light, and the days of your mourning will be completed.
Word-by-word analysis· 25 words
καὶ ὁ λαός σου πᾶς δίκαιος καὶ δι' αἰῶνος κληρονομήσουσιν τὴν γῆν φυλάσσων τὸ φύτευμα ἔργα χειρῶν αὐτοῦ εἰς δόξαν
Your people will all be righteous, and forever they will inherit the land, preserving the plant, the work of his hands, for glory.
Word-by-word analysis· 20 words
ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα ἐγὼ κύριος κατὰ καιρὸν συνάξω αὐτούς
The least will become thousands and the smallest a great nation; I am the Lord, and in due time I will gather them.